<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="603">οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,</l><l n="604">Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.</l><l n="605"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,</l><l n="606">οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,</l><l n="607">ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις</l><l n="608">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·</l><l n="609">Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,</l><l n="610">ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="611">ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.</l></div><div type="textpart" subtype="Book" n="2"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="2">εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,</l><l n="3">ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα</l><l n="4">τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="5">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,</l><l n="6">πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·</l><l n="7">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="8">βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·</l><l n="9">ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="10">πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·</l><l n="11">θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="12">πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν</l></q></div></div></body></text></TEI>