ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων, Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής, ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος, ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται. ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων· τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ. ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον· φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή· ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα· βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος· τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει· στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει· θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·