<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="590">ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα</l><l n="591">ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,</l><l n="592">πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="593">κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·</l><l n="594">ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.</l></q><l n="595"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,</l><l n="596">μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·</l><l n="597">αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν</l><l n="598">οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·</l><l n="599">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν</l><l n="600">ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.</l><l n="601"><milestone ed="P" unit="para"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="602">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,</l><l n="603">οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,</l><l n="604">Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.</l><l n="605"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,</l><l n="606">οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,</l><l n="607">ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις</l><l n="608">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·</l></div></div></body></text></TEI>