μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ. εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι