<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="575">ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς</l><l n="576">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l><l n="577">μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ</l><l n="578">πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε</l><l n="579">νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.</l><l n="580">εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="581">ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.</l><l n="582">ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·</l><l n="583">αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.</l></q><l n="584"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον</l><l n="585">μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·</l><q><l n="586">τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,</l><l n="587">μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι</l><l n="588">θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ</l><l n="589">χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·</l><l n="590">ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα</l><l n="591">ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,</l><l n="592">πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="593">κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·</l><l n="594">ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.</l></q><l n="595"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,</l><l n="596">μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·</l><l n="597">αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν</l><l n="598">οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·</l><l n="599">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν</l><l n="600">ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.</l><l n="601"><milestone ed="P" unit="para"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="602">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,</l><l n="603">οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,</l><l n="604">Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.</l><l n="605"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,</l><l n="606">οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,</l><l n="607">ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις</l><l n="608">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·</l><l n="609">Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,</l><l n="610">ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="611">ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.</l></div><div type="textpart" subtype="Book" n="2"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="2">εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,</l><l n="3">ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα</l><l n="4">τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="5">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,</l><l n="6">πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·</l><l n="7">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="8">βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·</l><l n="9">ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="10">πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·</l><l n="11">θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="12">πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν</l><l n="13">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="14">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="15">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.</l></q><l n="16"><milestone ed="P" unit="para"/>ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·</l><l n="17">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="18">βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν</l><l n="19">εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.</l><l n="20">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς</l><l n="21">Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·</l><l n="22">τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·</l><q><l n="23">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="24">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα</l><l n="25">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="26">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="27">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l><l n="28">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="29">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="30">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="31">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="32">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="33">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη</l><l n="34">αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.</l><milestone ed="p" n="35" unit="card"/></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="36">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·</l><l n="37">φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ</l><l n="38">νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·</l><l n="39">θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε</l><l n="40">Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.</l><l n="41">ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·</l><l n="42">ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα</l><l n="43">καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·</l><l n="44">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·</l><l n="46">εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ</l><l n="47">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="48"><milestone ed="P" unit="para"/>ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον</l><l n="49">Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·</l><l n="50">αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="51">κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="52">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·</l><l n="53"><milestone ed="P" unit="para"/>βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων</l><l n="54">Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·</l><l n="55">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="56">κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος</l><l n="57">ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ</l><l n="58">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·</l><l n="59">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·</l><q><l n="60">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="61">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,</l><l n="62">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="63">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="64">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·</l><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="66">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="67">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="68">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="69">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="70">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν</l><l n="71">ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="72">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·</l><l n="73">πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,</l><l n="74">καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·</l><l n="75">ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.</l></q><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη</l><l n="77">Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,</l><l n="78">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="79">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="80">εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε</l><l n="81">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="82">νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·</l><l n="83">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,</l><l n="85">οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν</l><l n="86">σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.</l><l n="87">ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων</l><l n="88">πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,</l><l n="89">βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·</l><l n="90">αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·</l><l n="91">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="92">ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο</l><l n="93">ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει</l><l n="94">ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.</l><l n="95">τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα</l><l n="96">λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας</l><l n="97">κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς</l><l n="98">σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.</l><l n="99">σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας</l><l n="100">παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="101">ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.</l><l n="102">Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,</l><l n="103">αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·</l><l n="104">Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,</l><l n="105">αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,</l><l n="106">Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,</l><l n="107">αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,</l><l n="108">πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.</l><milestone ed="p" n="109" unit="card"/><l n="109">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="110">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="111">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,</l><l n="112">σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="113">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="114">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="115">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="116">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="117">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="118">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="119">αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι</l><l n="120">μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν</l><l n="121">ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="122">ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·</l><l n="123">εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε</l><l n="124">ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,</l><l n="125">Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,</l><l n="126">ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,</l><l n="127">Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,</l><l n="128">πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.</l><l n="129">τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν</l><l n="130">Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι</l><l n="131">πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,</l><l n="132">οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα</l><l n="133">Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.</l><l n="134">ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,</l><l n="135">καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·</l><l n="136">αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα</l><l n="137">εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον</l><l n="138">αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.</l><l n="139">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="140">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="141">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε</l><l n="143">πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·</l><l n="144">κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης</l><l n="145">πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε</l><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l></div></div></body></text></TEI>