<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="556">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·</l><l n="557">ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·</l><l n="558">τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα</l><l n="559">τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="561">δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·</l><l n="562">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ</l><l n="563">μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.</l><l n="564">εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·</l><l n="565">ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,</l><l n="566">μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="567">ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.</l></q><milestone ed="p" n="568" unit="card"/><l n="568"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="569">καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·</l><l n="570">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·</l></div></div></body></text></TEI>