καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ, ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά, εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ. εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν· ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·