<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="552">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;</l><l n="553">καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,</l><l n="554">ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.</l><l n="555">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ</l><l n="556">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·</l><l n="557">ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·</l><l n="558">τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα</l><l n="559">τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="561">δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·</l><l n="562">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ</l><l n="563">μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.</l><l n="564">εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·</l><l n="565">ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,</l><l n="566">μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="567">ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.</l></q><milestone ed="p" n="568" unit="card"/><l n="568"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="569">καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·</l><l n="570">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·</l><l n="571">τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν</l><l n="572">μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·</l><q><l n="573">ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,</l><l n="574">εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,</l><l n="575">ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς</l><l n="576">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l><l n="577">μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ</l><l n="578">πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε</l><l n="579">νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.</l><l n="580">εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="581">ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.</l><l n="582">ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·</l><l n="583">αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.</l></q><l n="584"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον</l><l n="585">μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·</l><q><l n="586">τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,</l><l n="587">μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι</l><l n="588">θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ</l><l n="589">χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·</l><l n="590">ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα</l><l n="591">ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,</l><l n="592">πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="593">κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·</l><l n="594">ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.</l></q><l n="595"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,</l><l n="596">μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·</l><l n="597">αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν</l><l n="598">οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·</l><l n="599">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν</l><l n="600">ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.</l><l n="601"><milestone ed="P" unit="para"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="602">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,</l><l n="603">οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,</l><l n="604">Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.</l><l n="605"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,</l><l n="606">οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,</l><l n="607">ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις</l><l n="608">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·</l><l n="609">Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,</l><l n="610">ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="611">ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.</l></div><div type="textpart" subtype="Book" n="2"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="2">εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,</l><l n="3">ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα</l><l n="4">τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="5">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,</l><l n="6">πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·</l><l n="7">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="8">βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·</l><l n="9">ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="10">πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·</l><l n="11">θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="12">πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν</l><l n="13">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="14">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="15">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.</l></q><l n="16"><milestone ed="P" unit="para"/>ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·</l><l n="17">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="18">βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν</l><l n="19">εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.</l><l n="20">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς</l><l n="21">Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·</l><l n="22">τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·</l><q><l n="23">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="24">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα</l><l n="25">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="26">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="27">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l><l n="28">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="29">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="30">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="31">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="32">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="33">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη</l><l n="34">αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.</l><milestone ed="p" n="35" unit="card"/></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="36">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·</l><l n="37">φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ</l><l n="38">νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·</l><l n="39">θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε</l><l n="40">Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.</l><l n="41">ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·</l><l n="42">ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα</l><l n="43">καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·</l><l n="44">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·</l><l n="46">εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ</l><l n="47">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="48"><milestone ed="P" unit="para"/>ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον</l><l n="49">Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·</l><l n="50">αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="51">κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="52">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·</l><l n="53"><milestone ed="P" unit="para"/>βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων</l><l n="54">Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·</l><l n="55">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="56">κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος</l><l n="57">ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ</l><l n="58">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·</l><l n="59">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·</l><q><l n="60">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="61">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,</l><l n="62">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="63">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="64">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·</l><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="66">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="67">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="68">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="69">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="70">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν</l><l n="71">ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="72">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·</l><l n="73">πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,</l><l n="74">καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·</l><l n="75">ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.</l></q><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη</l><l n="77">Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,</l><l n="78">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="79">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="80">εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε</l><l n="81">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="82">νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·</l><l n="83">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,</l><l n="85">οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν</l><l n="86">σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.</l><l n="87">ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων</l><l n="88">πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,</l><l n="89">βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·</l><l n="90">αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·</l><l n="91">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="92">ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο</l><l n="93">ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει</l><l n="94">ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.</l><l n="95">τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα</l><l n="96">λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας</l><l n="97">κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς</l><l n="98">σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.</l><l n="99">σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας</l><l n="100">παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="101">ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.</l><l n="102">Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,</l><l n="103">αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·</l><l n="104">Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,</l><l n="105">αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,</l><l n="106">Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,</l><l n="107">αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,</l><l n="108">πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.</l><milestone ed="p" n="109" unit="card"/><l n="109">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="110">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="111">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,</l><l n="112">σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="113">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="114">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="115">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="116">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="117">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="118">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="119">αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι</l><l n="120">μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν</l><l n="121">ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="122">ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·</l><l n="123">εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε</l><l n="124">ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,</l><l n="125">Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,</l><l n="126">ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,</l><l n="127">Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,</l><l n="128">πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.</l><l n="129">τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν</l><l n="130">Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι</l><l n="131">πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,</l><l n="132">οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα</l><l n="133">Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.</l><l n="134">ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,</l><l n="135">καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·</l><l n="136">αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα</l><l n="137">εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον</l><l n="138">αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.</l><l n="139">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="140">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="141">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε</l><l n="143">πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·</l><l n="144">κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης</l><l n="145">πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε</l><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l><l n="150">νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη</l><l n="151">ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον</l><l n="152">ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,</l><l n="153">οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν</l><l n="154">οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη</l><l n="156">εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="157">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="158">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="159">Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="160">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν</l><l n="161">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="162">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·</l><l n="163">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="164">σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="165">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="166"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="167">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·</l><l n="168">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="169">εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="170">ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="171">ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·</l><l n="172">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q><l n="173">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="174">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="175">φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,</l><l n="176">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε</l><l n="177">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="178">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;</l><l n="179">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,</l><l n="180">σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="181">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="182"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="183">βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε</l><l n="184">κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·</l><l n="185">αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν</l><l n="186">δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·</l><l n="187">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><milestone ed="p" n="188" unit="card"/><l n="188"><milestone ed="P" unit="para"/>ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη</l><l n="189">τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·</l><q><l n="190">δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,</l><l n="191">ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·</l><l n="192">οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·</l><l n="193">νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.</l><l n="194">ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.</l><l n="195">μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·</l><l n="196">θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,</l><l n="197">τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,</l><l n="199">τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·</l><q><l n="200">δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,</l><l n="201">οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις</l><l n="202">οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·</l><l n="203">οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·</l><l n="204">οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,</l><l n="205">εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="206">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.</l></q><l n="207"><milestone ed="P" unit="para"/>ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ</l><l n="208">αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων</l><l n="209">ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης</l><l n="210">αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.</l><l n="211"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·</l><l n="212">Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,</l><l n="213">ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη</l><l n="214">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,</l><l n="215">ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν</l><l n="216">ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·</l><l n="217">φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω</l><l n="218">κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε</l><l n="219">φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.</l><l n="220">ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·</l><l n="221">τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ</l><l n="222">ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ</l><l n="223">ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.</l><milestone ed="p" n="224" unit="card"/><l n="224">αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·</l><q><l n="225">Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;</l><l n="226">πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες</l><l n="227">εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ</l><l n="228">πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.</l><l n="229">ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει</l><l n="230">Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,</l><l n="231">ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,</l><l n="232">ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,</l><l n="233">ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν</l><l n="234">ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.</l><l n="235">ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ</l><l n="236">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν</l><l n="237">αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται</l><l n="238">ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·</l><l n="239">ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα</l><l n="240">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="241">ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·</l><l n="242">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,</l><l n="244">Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,</l><l n="245">καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="246">Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,</l><l n="247">ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·</l><l n="248">οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον</l><l n="249">ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.</l><l n="250">τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,</l><l n="251">καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.</l><l n="252">οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,</l><l n="253">ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.</l><l n="254">τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="255">ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν</l><l n="256">ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.</l><l n="257">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="258">εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,</l><l n="259">μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,</l><l n="260">μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,</l><l n="261">εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,</l><l n="262">χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,</l><l n="263">αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω</l><l n="264">πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω</l><l n="266">πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·</l><l n="267">σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη</l><l n="268">σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,</l><l n="269">ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.</l><l n="270">οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·</l><l n="271">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="272">ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε</l><l n="273">βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·</l><l n="274">νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,</l><l n="275">ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.</l><l n="276">οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ</l><l n="277">νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.</l></q><l n="278"><milestone ed="P" unit="para"/>ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="279">ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="280">εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,</l><l n="281">ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν</l><l n="282">μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·</l><l n="283">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="284">Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ</l><l n="285">πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,</l><l n="286">οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν</l><l n="287">ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="288">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.</l><l n="289">ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες</l><l n="290">ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.</l><l n="291">ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·</l><l n="292">καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο</l><l n="293">ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι</l><l n="294">χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·</l><l n="295">ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς</l><l n="296">ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς</l><l n="297">ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης</l><l n="298">αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.</l><l n="299">τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν</l><l n="300">ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.</l><milestone ed="p" n="301" unit="card"/><l n="301">εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες</l><l n="302">μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·</l><l n="303">χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν</l><l n="304">ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,</l><l n="305">ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς</l><l n="306">ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας</l><l n="307">καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·</l><l n="308">ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς</l><l n="309">σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,</l><l n="310">βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.</l><l n="311">ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,</l><l n="312">ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες</l><l n="313">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·</l><l n="314">ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·</l><l n="315">μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·</l><l n="316">τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.</l><l n="317">αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,</l><l n="318">τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·</l><l n="319">λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="320">ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.</l><l n="321">ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,</l><l n="322">Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·</l><q><l n="323">τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;</l><l n="324">ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς</l><l n="325">ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.</l><l n="326">ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν</l><l n="327">ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,</l><l n="328">ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,</l><l n="329">τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="330">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l></q></div></div></body></text></TEI>