ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ· ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων· ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ, ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά, εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ. εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν· ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων, Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής, ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος, ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται. ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων· τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ. ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον· φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή· ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα· βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος· τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει· στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει· θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν· αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο. τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν, Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι, πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει