<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="533">Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν</l><l n="534">ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη</l><l n="535">μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.</l><l n="536">ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη</l><l n="537">ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς</l><l n="538">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="539">αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·</l><q><l n="540">τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;</l><l n="541">αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα</l><l n="542">κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι</l><l n="543">πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.</l></q><l n="544"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="545">Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους</l><l n="546">εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·</l><l n="547">ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα</l><l n="548">οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·</l><l n="549">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι</l><l n="550">μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.</l></q><l n="551"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l></div></div></body></text></TEI>