Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες. ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ· ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων· ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·