νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,