<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="498">εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων</l><l n="499">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="500">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων</l><l n="501">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα</l><l n="502">λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·</l><q><l n="503">Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα</l><l n="504">ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·</l><l n="505">τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων</l><l n="506">ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="507">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="508">ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·</l><l n="509">τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="510">υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.</l></q><l n="511"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,</l><l n="512">ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων</l><l n="513">ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·</l><q><l n="514">νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον</l><l n="515">ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω</l><l n="516">ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.</l></q><l n="517"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="518">ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις</l></q></div></div></body></text></TEI>