αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ