δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο· οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·