<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="487">αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.</l><l n="488"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="489">διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="490">οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν</l><l n="491">οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ</l><l n="492">αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.</l><milestone ed="p" n="493" unit="card"/><l n="493"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="494">καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες</l><l n="495">πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων</l><l n="496">παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.</l><l n="497">ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.</l><l n="498">εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων</l><l n="499">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="500">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων</l><l n="501">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα</l><l n="502">λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·</l><q><l n="503">Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα</l><l n="504">ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·</l><l n="505">τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων</l><l n="506">ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="507">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="508">ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·</l><l n="509">τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="510">υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.</l></q><l n="511"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,</l><l n="512">ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων</l><l n="513">ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·</l><q><l n="514">νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον</l><l n="515">ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω</l><l n="516">ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.</l></q><l n="517"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="518">ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις</l><l n="519">Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·</l><l n="520">ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="521">νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.</l><l n="522">ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ</l><l n="523">Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·</l><l n="524">εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·</l><l n="525">τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον</l><l n="526">τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν</l><l n="527">οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.</l></q><l n="528"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·</l><l n="529">ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος</l><l n="530">κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.</l><milestone ed="p" n="531" unit="card"/><l n="531"><milestone ed="P" unit="para"/>τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα</l><l n="532">εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="533">Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν</l><l n="534">ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη</l><l n="535">μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.</l><l n="536">ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη</l><l n="537">ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς</l><l n="538">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="539">αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·</l><q><l n="540">τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;</l><l n="541">αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα</l><l n="542">κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι</l><l n="543">πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.</l></q><l n="544"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="545">Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους</l><l n="546">εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·</l><l n="547">ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα</l><l n="548">οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·</l><l n="549">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι</l><l n="550">μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.</l></q><l n="551"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="552">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;</l><l n="553">καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,</l><l n="554">ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.</l><l n="555">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ</l><l n="556">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·</l><l n="557">ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·</l><l n="558">τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα</l><l n="559">τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="561">δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·</l><l n="562">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ</l><l n="563">μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.</l><l n="564">εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·</l><l n="565">ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,</l><l n="566">μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="567">ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.</l></q><milestone ed="p" n="568" unit="card"/><l n="568"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="569">καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·</l><l n="570">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·</l><l n="571">τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν</l><l n="572">μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·</l><q><l n="573">ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,</l><l n="574">εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,</l></q></div></div></body></text></TEI>