μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ