μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν· καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.