<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="46">ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,</l><l n="47">αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.</l><l n="48">ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·</l><l n="49">δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·</l><l n="50">οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,</l><l n="51">αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς</l><l n="52">βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.</l><l n="53"><milestone ed="P" unit="para"/>ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,</l><l n="54">τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·</l><l n="55">τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·</l><l n="56">κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.</l><l n="57">οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,</l><l n="58">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="59">Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω</l><l n="60">ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,</l></q></div></div></body></text></TEI>