ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς. ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε· δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο· οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,