<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="459">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="460">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="461">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·</l><l n="462">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="463">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="464">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="465">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="466">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="467">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="468">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="469">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="470">κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="471">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·</l><l n="472">οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο</l><l n="473">καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="474">μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.</l><l n="475"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="476">δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·</l><l n="477">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="478">καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·</l><l n="479">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·</l><l n="480">οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,</l><l n="481">ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="482">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="483">ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="484">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,</l><l n="485">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν</l><l n="486">ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·</l><l n="487">αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.</l><l n="488"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="489">διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="490">οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν</l><l n="491">οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ</l><l n="492">αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.</l><milestone ed="p" n="493" unit="card"/><l n="493"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="494">καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες</l><l n="495">πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων</l><l n="496">παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.</l><l n="497">ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.</l><l n="498">εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων</l><l n="499">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="500">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων</l><l n="501">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα</l><l n="502">λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·</l><q><l n="503">Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα</l><l n="504">ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·</l><l n="505">τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων</l><l n="506">ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="507">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="508">ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·</l><l n="509">τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="510">υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.</l></q><l n="511"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,</l><l n="512">ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων</l><l n="513">ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·</l><q><l n="514">νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον</l><l n="515">ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω</l><l n="516">ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.</l></q><l n="517"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="518">ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις</l><l n="519">Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·</l><l n="520">ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="521">νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.</l><l n="522">ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ</l><l n="523">Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·</l><l n="524">εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·</l><l n="525">τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον</l><l n="526">τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν</l><l n="527">οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.</l></q><l n="528"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·</l><l n="529">ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος</l><l n="530">κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.</l><milestone ed="p" n="531" unit="card"/><l n="531"><milestone ed="P" unit="para"/>τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα</l><l n="532">εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="533">Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν</l><l n="534">ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη</l><l n="535">μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.</l><l n="536">ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη</l><l n="537">ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς</l><l n="538">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="539">αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·</l><q><l n="540">τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;</l><l n="541">αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα</l><l n="542">κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι</l><l n="543">πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.</l></q><l n="544"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="545">Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους</l><l n="546">εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·</l><l n="547">ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα</l><l n="548">οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·</l><l n="549">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι</l><l n="550">μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.</l></q><l n="551"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="552">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;</l><l n="553">καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,</l><l n="554">ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.</l><l n="555">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ</l><l n="556">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·</l><l n="557">ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·</l><l n="558">τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα</l><l n="559">τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="561">δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·</l><l n="562">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ</l><l n="563">μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.</l><l n="564">εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·</l><l n="565">ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,</l><l n="566">μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="567">ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.</l></q><milestone ed="p" n="568" unit="card"/><l n="568"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="569">καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·</l><l n="570">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·</l><l n="571">τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν</l><l n="572">μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·</l><q><l n="573">ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,</l><l n="574">εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,</l><l n="575">ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς</l><l n="576">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l><l n="577">μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ</l><l n="578">πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε</l><l n="579">νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.</l><l n="580">εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="581">ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.</l><l n="582">ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·</l><l n="583">αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.</l></q><l n="584"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον</l><l n="585">μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·</l><q><l n="586">τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,</l><l n="587">μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι</l><l n="588">θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ</l><l n="589">χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·</l><l n="590">ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα</l><l n="591">ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,</l><l n="592">πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="593">κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·</l><l n="594">ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.</l></q><l n="595"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,</l><l n="596">μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·</l><l n="597">αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν</l><l n="598">οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·</l><l n="599">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν</l><l n="600">ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.</l><l n="601"><milestone ed="P" unit="para"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="602">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,</l><l n="603">οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,</l><l n="604">Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.</l><l n="605"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,</l><l n="606">οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,</l><l n="607">ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις</l><l n="608">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·</l><l n="609">Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,</l><l n="610">ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="611">ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.</l></div><div type="textpart" subtype="Book" n="2"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="2">εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,</l><l n="3">ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα</l><l n="4">τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="5">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,</l><l n="6">πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·</l><l n="7">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="8">βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·</l><l n="9">ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="10">πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·</l><l n="11">θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="12">πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν</l><l n="13">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="14">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="15">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.</l></q><l n="16"><milestone ed="P" unit="para"/>ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·</l><l n="17">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="18">βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν</l><l n="19">εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.</l><l n="20">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς</l><l n="21">Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·</l><l n="22">τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·</l><q><l n="23">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="24">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα</l><l n="25">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="26">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="27">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l></q></div></div></body></text></TEI>