<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="441">πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·</l><q><l n="442">ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="443">παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην</l><l n="444">ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,</l><l n="445">ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων</l><l n="447">παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην</l><l n="448">ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,</l><l n="449">χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.</l><l n="450">τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="451">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="452">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·</l><l n="453">ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,</l><l n="454">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·</l><l n="455">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="456">ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.</l><milestone ed="p" n="458" unit="card"/><l n="458">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="459">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="460">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="461">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·</l><l n="462">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="463">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="464">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="465">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="466">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="467">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="468">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="469">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="470">κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="471">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·</l><l n="472">οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο</l><l n="473">καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="474">μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.</l><l n="475"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="476">δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·</l><l n="477">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="478">καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·</l><l n="479">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·</l><l n="480">οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,</l><l n="481">ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="482">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="483">ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="484">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,</l><l n="485">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν</l><l n="486">ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·</l><l n="487">αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.</l><l n="488"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="489">διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="490">οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν</l><l n="491">οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ</l><l n="492">αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.</l><milestone ed="p" n="493" unit="card"/><l n="493"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="494">καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες</l><l n="495">πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων</l><l n="496">παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.</l><l n="497">ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.</l><l n="498">εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων</l><l n="499">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="500">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων</l><l n="501">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα</l><l n="502">λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·</l><q><l n="503">Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα</l><l n="504">ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·</l><l n="505">τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων</l><l n="506">ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="507">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="508">ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·</l><l n="509">τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="510">υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.</l></q><l n="511"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,</l><l n="512">ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων</l><l n="513">ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·</l><q><l n="514">νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον</l><l n="515">ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω</l><l n="516">ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.</l></q><l n="517"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="518">ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις</l><l n="519">Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·</l><l n="520">ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="521">νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.</l><l n="522">ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ</l><l n="523">Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·</l><l n="524">εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·</l><l n="525">τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον</l><l n="526">τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν</l><l n="527">οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.</l></q><l n="528"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·</l><l n="529">ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος</l><l n="530">κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.</l><milestone ed="p" n="531" unit="card"/><l n="531"><milestone ed="P" unit="para"/>τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα</l><l n="532">εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="533">Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν</l><l n="534">ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη</l><l n="535">μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.</l><l n="536">ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη</l><l n="537">ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς</l><l n="538">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="539">αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·</l><q><l n="540">τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;</l><l n="541">αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα</l><l n="542">κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι</l><l n="543">πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.</l></q><l n="544"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="545">Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους</l><l n="546">εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·</l><l n="547">ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα</l><l n="548">οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·</l><l n="549">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι</l><l n="550">μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.</l></q><l n="551"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="552">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;</l><l n="553">καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,</l><l n="554">ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.</l><l n="555">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ</l><l n="556">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·</l></q></div></div></body></text></TEI>