<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="438">ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·</l><l n="439">ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.</l><l n="440">τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς</l><l n="441">πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·</l><q><l n="442">ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="443">παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην</l><l n="444">ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,</l><l n="445">ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων</l><l n="447">παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην</l><l n="448">ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,</l><l n="449">χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.</l><l n="450">τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="451">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="452">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·</l><l n="453">ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,</l><l n="454">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·</l><l n="455">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="456">ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.</l></q></div></div></body></text></TEI>