ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν· ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.