<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="420">εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.</l><l n="421">ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="422">μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·</l><l n="423">Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας</l><l n="424">χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·</l><l n="425">δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,</l><l n="426">καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="427">καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.</l></q><milestone ed="p" n="428" unit="card"/><l n="428"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="429">χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς</l><l n="430">τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς</l><l n="431">ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.</l><l n="432">οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο</l><l n="433">ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,</l><l n="434">ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες</l><l n="435">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.</l><l n="436">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="437">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="438">ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·</l><l n="439">ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.</l><l n="440">τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς</l><l n="441">πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·</l><q><l n="442">ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="443">παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην</l><l n="444">ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,</l><l n="445">ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων</l><l n="447">παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην</l><l n="448">ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,</l><l n="449">χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.</l><l n="450">τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="451">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="452">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·</l><l n="453">ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,</l><l n="454">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·</l><l n="455">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="456">ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.</l><milestone ed="p" n="458" unit="card"/><l n="458">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="459">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="460">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="461">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·</l><l n="462">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="463">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="464">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="465">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="466">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="467">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="468">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="469">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="470">κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="471">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·</l><l n="472">οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο</l><l n="473">καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="474">μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.</l><l n="475"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="476">δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·</l><l n="477">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="478">καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·</l><l n="479">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·</l><l n="480">οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,</l><l n="481">ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="482">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="483">ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="484">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,</l><l n="485">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν</l><l n="486">ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·</l><l n="487">αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.</l><l n="488"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="489">διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="490">οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν</l><l n="491">οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ</l><l n="492">αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.</l><milestone ed="p" n="493" unit="card"/><l n="493"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="494">καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες</l><l n="495">πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων</l><l n="496">παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.</l><l n="497">ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.</l><l n="498">εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων</l><l n="499">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="500">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων</l><l n="501">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα</l><l n="502">λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·</l><q><l n="503">Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα</l><l n="504">ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·</l><l n="505">τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων</l><l n="506">ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="507">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="508">ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·</l><l n="509">τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ</l></q></div></div></body></text></TEI>