<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="41">ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·</l><l n="42">τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.</l></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,</l><l n="44">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,</l><l n="45">τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·</l><l n="46">ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,</l><l n="47">αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.</l><l n="48">ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·</l><l n="49">δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·</l><l n="50">οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,</l><l n="51">αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς</l><l n="52">βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.</l><l n="53"><milestone ed="P" unit="para"/>ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,</l><l n="54">τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·</l><l n="55">τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·</l><l n="56">κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.</l><l n="57">οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,</l><l n="58">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="59">Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω</l><l n="60">ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,</l><l n="61">εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·</l><l n="62">ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα</l><l n="63">ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,</l><l n="64">ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,</l><l n="65">εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,</l><l n="66">αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων</l><l n="67">βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.</l></q><milestone ed="p" n="68" unit="card"/><l n="68"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="69">Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,</l><l n="70">ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="71">καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω</l><l n="72">ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·</l><l n="73">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="74">ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι</l><l n="75">μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·</l><l n="76">τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον</l><l n="77">ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·</l><l n="78">ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων</l><l n="79">Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·</l><l n="80">κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·</l></q></div></div></body></text></TEI>