<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="41">ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·</l><l n="42">τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.</l></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,</l><l n="44">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,</l><l n="45">τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·</l><l n="46">ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,</l><l n="47">αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.</l><l n="48">ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·</l><l n="49">δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·</l><l n="50">οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,</l><l n="51">αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς</l><l n="52">βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.</l><l n="53"><milestone ed="P" unit="para"/>ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,</l><l n="54">τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·</l><l n="55">τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·</l><l n="56">κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.</l><l n="57">οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,</l><l n="58">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="59">Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω</l><l n="60">ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,</l><l n="61">εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·</l><l n="62">ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα</l><l n="63">ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,</l><l n="64">ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,</l><l n="65">εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,</l><l n="66">αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων</l><l n="67">βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.</l></q><milestone ed="p" n="68" unit="card"/><l n="68"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="69">Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,</l><l n="70">ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="71">καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω</l><l n="72">ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·</l><l n="73">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="74">ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι</l><l n="75">μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·</l><l n="76">τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον</l><l n="77">ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·</l><l n="78">ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων</l><l n="79">Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·</l><l n="80">κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·</l><l n="81">εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,</l><l n="82">ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,</l><l n="83">ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.</l></q><l n="84"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="85">θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·</l><l n="86">οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν</l><l n="87">εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,</l><l n="88">οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο</l><l n="89">σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει</l><l n="90">συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,</l><l n="91">ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.</l></q><milestone ed="p" n="92" unit="card"/><l n="92"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·</l><q><l n="93">οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,</l><l n="94">ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,</l><l n="95">οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,</l><l n="96">τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·</l><l n="97">οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει</l><l n="98">πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην</l><l n="99">ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην</l><l n="100">ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="102">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="103">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="104">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·</l><l n="105">Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·</l><q><l n="106">μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·</l><l n="107">αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,</l><l n="108">ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·</l><l n="109">καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις</l><l n="110">ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,</l><l n="111">οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα</l><l n="112">οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν</l><l n="113">οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα</l><l n="114">κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,</l><l n="115">οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.</l><l n="116">ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·</l><l n="117">βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·</l><l n="118">αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος</l><l n="119">Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·</l><l n="120">λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.</l></q><l n="121"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="122">Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,</l><l n="123">πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;</l><l n="124">οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·</l><l n="125">ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,</l><l n="126">λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.</l><l n="127">ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ</l><l n="128">τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς</l><l n="129">δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l></q><milestone ed="p" n="130" unit="card"/><l n="130"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="131">μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ</l><l n="132">κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.</l><l n="133">ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως</l><l n="134">ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;</l><l n="135">ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ</l><l n="136">ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·</l><l n="137">εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="138">ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος</l><l n="139">ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.</l><l n="140">ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,</l><l n="141">νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,</l><l n="142">ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην</l><l n="143">θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον</l><l n="144">βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,</l><l n="145">ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς</l><l n="146">ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,</l><l n="147">ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.</l></q><l n="148"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="149">ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον</l><l n="150">πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν</l><l n="151">ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;</l><l n="152">οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων</l><l n="153">δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·</l><l n="154">οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,</l><l n="155">οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ</l><l n="156">καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ</l><l n="157">οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·</l><l n="158">ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,</l><l n="159">τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα</l><l n="160">πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·</l><l n="161">καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,</l><l n="162">ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.</l><l n="163">οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ</l><l n="164">Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·</l><l n="165">ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο</l><l n="166">χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,</l><l n="167">σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε</l><l n="168">ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.</l><l n="169">νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</l><l n="170">οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω</l><l n="171">ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.</l></q><milestone ed="p" n="172" unit="card"/><l n="172"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="173">φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε</l><l n="174">λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι</l><l n="175">οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.</l><l n="176">ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·</l><l n="177">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·</l><l n="178">εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·</l><l n="179">οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι</l><l n="180">Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,</l><l n="181">οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·</l><l n="182">ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,</l><l n="183">τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι</l><l n="184">πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον</l><l n="185">αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς</l><l n="186">ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος</l><l n="187">ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ</l><l n="189">στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,</l><l n="190">ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="191">τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,</l><l n="192">ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.</l><l n="193">ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="194">ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη</l><l n="195">οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="196">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="197">στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα</l><l n="198">οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·</l><l n="199">θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω</l><l n="200">Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·</l><l n="201">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="202">τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;</l><l n="203">ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;</l><l n="204">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·</l><l n="205">ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.</l></q><milestone ed="p" n="206" unit="card"/><l n="206"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="207">ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,</l><l n="208">οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="209">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="210">ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·</l><l n="211">ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·</l><l n="212">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="213">καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα</l><l n="214">ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.</l></q><l n="215"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="216">χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι</l><l n="217">καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·</l><l n="218">ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.</l></q><l n="219"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,</l><l n="220">ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε</l><l n="221">μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει</l><l n="222">δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.</l><l n="223"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν</l><l n="224">Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·</l><q><l n="225">οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,</l><l n="226">οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι</l><l n="227">οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν</l><l n="228">τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.</l><l n="229">ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="230">δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·</l><l n="231">δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·</l><l n="232">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.</l><l n="233">ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="234">ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους</l><l n="235">φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,</l><l n="236">οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε</l><l n="237">φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν</l><l n="238">ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας</l><l n="239">πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·</l><l n="240">ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν</l></q></div></div></body></text></TEI>