ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον, ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων· ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν. τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα; αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν· Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο· δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ, ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν· ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν· καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·