<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="386">αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·</l><l n="387">Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς</l><l n="388">ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·</l><l n="389">τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ</l><l n="390">ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·</l><l n="391">τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες</l><l n="392">κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.</l><l n="393">ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·</l><l n="394">ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι</l><l n="395">ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.</l><l n="396">πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα</l><l n="397">εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι</l><l n="398">οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,</l><l n="399">ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι</l><l n="400">Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·</l><l n="401">ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,</l><l n="402">ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,</l><l n="403">ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες</l><l n="404">Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·</l><l n="405">ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·</l><l n="406">τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.</l><l n="407">τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων</l><l n="408">αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,</l><l n="409">τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς</l><l n="410">κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,</l><l n="411">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="412">ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="414">ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;</l><l n="415">αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων</l><l n="416">ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·</l><l n="417">νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων</l><l n="418">ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.</l><l n="419">τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ</l><l n="420">εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.</l></q></div></div></body></text></TEI>