<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="361">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="362">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="363">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="364"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="365">οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;</l><l n="366">ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,</l><l n="367">τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·</l><l n="368">καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,</l><l n="369">ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.</l><l n="370">Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος</l><l n="371">ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων</l><l n="372">λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,</l><l n="373">στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος</l><l n="374">χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</l><l n="375">Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.</l><l n="376">ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ</l><l n="377">αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·</l><l n="378">ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,</l><l n="379">ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="380">χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων</l><l n="381">εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,</l><l n="382">ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ</l><l n="383">θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο</l><l n="384">πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις</l><l n="385">εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.</l><milestone ed="p" n="386" unit="card"/><l n="386">αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·</l><l n="387">Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς</l><l n="388">ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·</l><l n="389">τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ</l><l n="390">ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·</l><l n="391">τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες</l><l n="392">κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.</l><l n="393">ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·</l><l n="394">ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι</l><l n="395">ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.</l><l n="396">πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα</l><l n="397">εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι</l><l n="398">οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,</l><l n="399">ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι</l><l n="400">Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·</l></q></div></div></body></text></TEI>