<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="351">πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·</l><q><l n="352">μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,</l><l n="353">τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι</l><l n="354">Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·</l><l n="355">ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="356">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l></q><l n="357"><milestone ed="P" unit="para"/>ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ</l><l n="358">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·</l><l n="359">καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,</l><l n="360">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,</l></div></div></body></text></TEI>