<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="35">πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς</l><l n="36">Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·</l><q><l n="37">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="38">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,</l><l n="39">Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,</l><l n="40">ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα</l><l n="41">ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·</l><l n="42">τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.</l></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,</l><l n="44">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,</l><l n="45">τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·</l><l n="46">ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,</l><l n="47">αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.</l><l n="48">ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·</l><l n="49">δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·</l><l n="50">οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,</l><l n="51">αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς</l></div></div></body></text></TEI>