<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="337">ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην</l><l n="338">καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων</l><l n="339">πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων</l><l n="340">καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε</l><l n="341">χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι</l><l n="342">τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,</l><l n="343">οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,</l><l n="344">ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.</l></q><milestone ed="p" n="345" unit="card"/><l n="345"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="346">ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,</l><l n="347">δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·</l><l n="348">ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="349">δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,</l><l n="350">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·</l><l n="351">πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·</l><q><l n="352">μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,</l><l n="353">τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι</l><l n="354">Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·</l><l n="355">ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="356">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l></q><l n="357"><milestone ed="P" unit="para"/>ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ</l><l n="358">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·</l><l n="359">καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,</l><l n="360">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,</l><l n="361">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="362">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="363">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="364"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="365">οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;</l><l n="366">ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,</l><l n="367">τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·</l><l n="368">καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,</l><l n="369">ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.</l><l n="370">Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος</l><l n="371">ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων</l><l n="372">λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,</l><l n="373">στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος</l><l n="374">χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</l><l n="375">Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.</l><l n="376">ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ</l><l n="377">αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·</l><l n="378">ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,</l><l n="379">ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="380">χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων</l><l n="381">εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,</l><l n="382">ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ</l><l n="383">θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο</l><l n="384">πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις</l><l n="385">εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.</l><milestone ed="p" n="386" unit="card"/><l n="386">αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·</l><l n="387">Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς</l><l n="388">ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·</l><l n="389">τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ</l><l n="390">ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·</l><l n="391">τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες</l><l n="392">κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.</l><l n="393">ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·</l><l n="394">ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι</l><l n="395">ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.</l><l n="396">πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα</l><l n="397">εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι</l><l n="398">οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,</l><l n="399">ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι</l><l n="400">Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·</l><l n="401">ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,</l><l n="402">ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,</l><l n="403">ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες</l><l n="404">Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·</l><l n="405">ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·</l><l n="406">τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.</l><l n="407">τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων</l><l n="408">αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,</l><l n="409">τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς</l><l n="410">κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,</l><l n="411">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="412">ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="414">ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;</l><l n="415">αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων</l><l n="416">ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·</l><l n="417">νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων</l><l n="418">ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.</l><l n="419">τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ</l><l n="420">εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.</l><l n="421">ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="422">μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·</l><l n="423">Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας</l><l n="424">χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·</l><l n="425">δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,</l><l n="426">καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="427">καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.</l></q><milestone ed="p" n="428" unit="card"/><l n="428"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="429">χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς</l><l n="430">τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς</l><l n="431">ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.</l><l n="432">οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο</l><l n="433">ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,</l><l n="434">ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες</l><l n="435">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.</l><l n="436">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="437">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="438">ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·</l><l n="439">ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.</l><l n="440">τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς</l><l n="441">πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·</l><q><l n="442">ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="443">παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην</l><l n="444">ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,</l><l n="445">ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων</l><l n="447">παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην</l><l n="448">ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,</l></div></div></body></text></TEI>