<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="334">χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,</l><l n="335">ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,</l><l n="336">ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.</l><l n="337">ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην</l><l n="338">καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων</l><l n="339">πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων</l><l n="340">καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε</l><l n="341">χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι</l><l n="342">τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,</l><l n="343">οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,</l><l n="344">ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.</l></q><milestone ed="p" n="345" unit="card"/><l n="345"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="346">ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,</l><l n="347">δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·</l><l n="348">ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="349">δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,</l><l n="350">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·</l><l n="351">πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·</l><q><l n="352">μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,</l><l n="353">τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι</l><l n="354">Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·</l><l n="355">ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="356">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l></q><l n="357"><milestone ed="P" unit="para"/>ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ</l><l n="358">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·</l><l n="359">καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,</l><l n="360">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,</l><l n="361">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="362">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="363">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="364"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="365">οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;</l><l n="366">ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,</l><l n="367">τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·</l><l n="368">καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,</l><l n="369">ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.</l><l n="370">Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος</l><l n="371">ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων</l><l n="372">λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,</l><l n="373">στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος</l><l n="374">χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</l><l n="375">Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.</l><l n="376">ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ</l><l n="377">αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·</l><l n="378">ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,</l><l n="379">ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="380">χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων</l><l n="381">εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,</l><l n="382">ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ</l><l n="383">θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο</l><l n="384">πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις</l><l n="385">εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.</l><milestone ed="p" n="386" unit="card"/><l n="386">αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·</l><l n="387">Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς</l><l n="388">ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·</l><l n="389">τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ</l><l n="390">ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·</l><l n="391">τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες</l><l n="392">κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.</l><l n="393">ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·</l><l n="394">ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι</l><l n="395">ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.</l><l n="396">πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα</l><l n="397">εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι</l><l n="398">οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,</l><l n="399">ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι</l><l n="400">Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·</l><l n="401">ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,</l><l n="402">ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,</l><l n="403">ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες</l><l n="404">Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·</l><l n="405">ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·</l><l n="406">τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.</l><l n="407">τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων</l><l n="408">αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,</l><l n="409">τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς</l><l n="410">κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,</l><l n="411">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="412">ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="414">ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;</l><l n="415">αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων</l><l n="416">ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·</l><l n="417">νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων</l><l n="418">ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.</l><l n="419">τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ</l><l n="420">εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.</l><l n="421">ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="422">μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·</l><l n="423">Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας</l><l n="424">χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·</l><l n="425">δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,</l><l n="426">καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="427">καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.</l></q><milestone ed="p" n="428" unit="card"/><l n="428"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="429">χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς</l><l n="430">τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς</l><l n="431">ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.</l><l n="432">οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο</l><l n="433">ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,</l><l n="434">ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες</l><l n="435">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.</l><l n="436">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="437">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="438">ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·</l><l n="439">ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.</l><l n="440">τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς</l><l n="441">πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·</l><q><l n="442">ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="443">παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην</l><l n="444">ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,</l><l n="445">ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων</l><l n="447">παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην</l><l n="448">ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,</l><l n="449">χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.</l><l n="450">τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="451">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="452">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·</l><l n="453">ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,</l><l n="454">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·</l><l n="455">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="456">ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.</l><milestone ed="p" n="458" unit="card"/><l n="458">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="459">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="460">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="461">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·</l><l n="462">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="463">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l><l n="464">αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,</l><l n="465">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="466">ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="467">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα</l><l n="468">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.</l><l n="469">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="470">κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="471">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·</l><l n="472">οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο</l><l n="473">καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν</l><l n="474">μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.</l><l n="475"><milestone ed="P" unit="para"/>ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,</l><l n="476">δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·</l><l n="477">ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="478">καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·</l><l n="479">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·</l><l n="480">οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,</l><l n="481">ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="482">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="483">ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="484">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,</l><l n="485">νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν</l><l n="486">ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·</l><l n="487">αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.</l><l n="488"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="489">διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·</l><l n="490">οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν</l><l n="491">οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ</l><l n="492">αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.</l><milestone ed="p" n="493" unit="card"/><l n="493"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,</l><l n="494">καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες</l><l n="495">πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων</l><l n="496">παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.</l><l n="497">ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.</l><l n="498">εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων</l><l n="499">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="500">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων</l><l n="501">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα</l><l n="502">λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·</l><q><l n="503">Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα</l><l n="504">ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·</l><l n="505">τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων</l><l n="506">ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="507">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="508">ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·</l><l n="509">τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="510">υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.</l></q><l n="511"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,</l><l n="512">ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων</l><l n="513">ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·</l><q><l n="514">νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον</l><l n="515">ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω</l><l n="516">ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.</l></q><l n="517"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="518">ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις</l><l n="519">Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·</l><l n="520">ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="521">νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.</l><l n="522">ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ</l><l n="523">Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·</l><l n="524">εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·</l><l n="525">τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον</l><l n="526">τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν</l><l n="527">οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.</l></q><l n="528"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·</l><l n="529">ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος</l><l n="530">κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.</l><milestone ed="p" n="531" unit="card"/><l n="531"><milestone ed="P" unit="para"/>τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα</l><l n="532">εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="533">Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν</l><l n="534">ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη</l><l n="535">μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.</l><l n="536">ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη</l><l n="537">ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς</l><l n="538">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.</l><l n="539">αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·</l><q><l n="540">τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;</l><l n="541">αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα</l><l n="542">κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι</l><l n="543">πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.</l></q><l n="544"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="545">Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους</l><l n="546">εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·</l><l n="547">ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα</l><l n="548">οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·</l><l n="549">ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι</l><l n="550">μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.</l></q><l n="551"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="552">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;</l><l n="553">καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,</l><l n="554">ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.</l><l n="555">νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ</l><l n="556">ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·</l><l n="557">ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·</l><l n="558">τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα</l><l n="559">τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="561">δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·</l><l n="562">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ</l><l n="563">μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.</l><l n="564">εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·</l><l n="565">ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,</l><l n="566">μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="567">ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.</l></q><milestone ed="p" n="568" unit="card"/><l n="568"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="569">καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·</l><l n="570">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·</l><l n="571">τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν</l><l n="572">μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·</l><q><l n="573">ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,</l><l n="574">εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,</l><l n="575">ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς</l><l n="576">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l><l n="577">μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ</l><l n="578">πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε</l><l n="579">νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.</l><l n="580">εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς</l><l n="581">ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.</l><l n="582">ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·</l><l n="583">αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.</l></q><l n="584"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον</l><l n="585">μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·</l><q><l n="586">τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,</l><l n="587">μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι</l><l n="588">θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ</l><l n="589">χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·</l><l n="590">ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα</l><l n="591">ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,</l><l n="592">πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="593">κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·</l><l n="594">ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.</l></q><l n="595"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,</l><l n="596">μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·</l><l n="597">αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν</l><l n="598">οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·</l><l n="599">ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν</l><l n="600">ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.</l><l n="601"><milestone ed="P" unit="para"/>ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="602">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,</l><l n="603">οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,</l><l n="604">Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.</l><l n="605"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,</l><l n="606">οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,</l><l n="607">ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις</l><l n="608">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·</l><l n="609">Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,</l><l n="610">ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="611">ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.</l></div><div type="textpart" subtype="Book" n="2"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ</l><l n="2">εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,</l><l n="3">ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα</l><l n="4">τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.</l><l n="5">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,</l><l n="6">πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·</l><l n="7">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="8">βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·</l><l n="9">ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο</l><l n="10">πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·</l><l n="11">θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="12">πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν</l><l n="13">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="14">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="15">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.</l></q><l n="16"><milestone ed="P" unit="para"/>ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·</l><l n="17">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="18">βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν</l><l n="19">εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.</l><l n="20">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς</l><l n="21">Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·</l><l n="22">τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·</l><q><l n="23">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="24">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα</l><l n="25">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="26">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="27">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.</l><l n="28">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="29">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="30">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="31">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="32">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="33">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη</l><l n="34">αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.</l><milestone ed="p" n="35" unit="card"/></q><l n="35"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="36">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·</l><l n="37">φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ</l><l n="38">νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·</l><l n="39">θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε</l><l n="40">Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.</l><l n="41">ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·</l><l n="42">ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα</l><l n="43">καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·</l><l n="44">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="45">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·</l><l n="46">εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ</l><l n="47">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="48"><milestone ed="P" unit="para"/>ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον</l><l n="49">Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·</l><l n="50">αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε</l><l n="51">κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·</l><l n="52">οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·</l><l n="53"><milestone ed="P" unit="para"/>βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων</l><l n="54">Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·</l><l n="55">τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·</l><q><l n="56">κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος</l><l n="57">ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ</l><l n="58">εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·</l><l n="59">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·</l><q><l n="60">εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·</l><l n="61">οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,</l><l n="62">ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·</l><l n="63">νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,</l><l n="64">ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·</l><l n="65">θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς</l><l n="66">πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν</l><l n="67">Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="68">ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας</l><l n="69">Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται</l><l n="70">ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν</l><l n="71">ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.</l><l n="72">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·</l><l n="73">πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,</l><l n="74">καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·</l><l n="75">ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.</l></q><milestone ed="p" n="76" unit="card"/></q><l n="76"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη</l><l n="77">Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,</l><l n="78">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="79">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="80">εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε</l><l n="81">ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·</l><l n="82">νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·</l><l n="83">ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.</l></q><l n="84"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,</l><l n="85">οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν</l><l n="86">σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.</l><l n="87">ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων</l><l n="88">πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,</l><l n="89">βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·</l><l n="90">αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·</l><l n="91">ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων</l><l n="92">ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο</l><l n="93">ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει</l><l n="94">ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.</l><l n="95">τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα</l><l n="96">λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας</l><l n="97">κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς</l><l n="98">σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.</l><l n="99">σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας</l><l n="100">παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων</l><l n="101">ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.</l><l n="102">Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,</l><l n="103">αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·</l><l n="104">Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,</l><l n="105">αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,</l><l n="106">Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,</l><l n="107">αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,</l><l n="108">πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.</l><milestone ed="p" n="109" unit="card"/><l n="109">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="110">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="111">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,</l><l n="112">σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="113">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="114">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="115">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l><l n="116">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,</l><l n="117">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="118">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="119">αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι</l><l n="120">μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν</l><l n="121">ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι</l><l n="122">ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·</l><l n="123">εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε</l><l n="124">ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,</l><l n="125">Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,</l><l n="126">ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,</l><l n="127">Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,</l><l n="128">πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.</l><l n="129">τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν</l><l n="130">Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι</l><l n="131">πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,</l><l n="132">οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα</l><l n="133">Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.</l><l n="134">ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,</l><l n="135">καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·</l><l n="136">αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα</l><l n="137">εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον</l><l n="138">αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.</l><l n="139">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="140">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="141">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε</l><l n="143">πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·</l><l n="144">κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης</l><l n="145">πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε</l><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l><l n="150">νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη</l><l n="151">ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον</l><l n="152">ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,</l><l n="153">οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν</l><l n="154">οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη</l><l n="156">εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="157">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="158">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="159">Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="160">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν</l><l n="161">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="162">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·</l><l n="163">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="164">σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="165">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="166"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="167">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·</l><l n="168">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="169">εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="170">ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="171">ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·</l><l n="172">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q><l n="173">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="174">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="175">φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,</l><l n="176">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε</l><l n="177">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="178">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;</l><l n="179">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,</l><l n="180">σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="181">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="182"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="183">βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε</l><l n="184">κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·</l><l n="185">αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν</l><l n="186">δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·</l><l n="187">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><milestone ed="p" n="188" unit="card"/><l n="188"><milestone ed="P" unit="para"/>ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη</l><l n="189">τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·</l><q><l n="190">δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,</l><l n="191">ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·</l><l n="192">οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·</l><l n="193">νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.</l><l n="194">ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.</l><l n="195">μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·</l><l n="196">θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,</l><l n="197">τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,</l><l n="199">τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·</l><q><l n="200">δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,</l><l n="201">οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις</l><l n="202">οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·</l><l n="203">οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·</l><l n="204">οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,</l><l n="205">εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="206">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.</l></q><l n="207"><milestone ed="P" unit="para"/>ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ</l><l n="208">αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων</l><l n="209">ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης</l><l n="210">αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.</l><l n="211"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·</l><l n="212">Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,</l><l n="213">ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη</l><l n="214">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,</l><l n="215">ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν</l><l n="216">ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·</l><l n="217">φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω</l><l n="218">κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε</l><l n="219">φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.</l><l n="220">ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·</l><l n="221">τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ</l><l n="222">ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ</l><l n="223">ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.</l><milestone ed="p" n="224" unit="card"/><l n="224">αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·</l><q><l n="225">Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;</l><l n="226">πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες</l><l n="227">εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ</l><l n="228">πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.</l><l n="229">ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει</l><l n="230">Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,</l><l n="231">ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,</l><l n="232">ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,</l><l n="233">ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν</l><l n="234">ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.</l></q></div></div></body></text></TEI>