ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων, ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·