<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="324">εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="325">ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.</l></q><l n="326"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="327">τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,</l><l n="328">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="329">τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="330">ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.</l><l n="331">τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα</l><l n="332">στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="333">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="334">χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,</l><l n="335">ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,</l><l n="336">ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.</l><l n="337">ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην</l><l n="338">καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων</l><l n="339">πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων</l><l n="340">καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε</l><l n="341">χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι</l><l n="342">τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,</l></q></div></div></body></text></TEI>