<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="323">χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·</l><l n="324">εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="325">ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.</l></q><l n="326"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="327">τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,</l><l n="328">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="329">τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="330">ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.</l><l n="331">τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα</l><l n="332">στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="333">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="334">χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,</l><l n="335">ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,</l><l n="336">ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.</l><l n="337">ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην</l><l n="338">καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων</l><l n="339">πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων</l><l n="340">καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε</l><l n="341">χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι</l><l n="342">τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,</l><l n="343">οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,</l><l n="344">ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.</l></q><milestone ed="p" n="345" unit="card"/><l n="345"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="346">ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,</l><l n="347">δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·</l><l n="348">ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="349">δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,</l><l n="350">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·</l><l n="351">πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·</l><q><l n="352">μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,</l><l n="353">τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι</l><l n="354">Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·</l><l n="355">ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="356">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l></q><l n="357"><milestone ed="P" unit="para"/>ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ</l><l n="358">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·</l><l n="359">καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,</l><l n="360">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,</l><l n="361">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="362">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="363">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="364"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="365">οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;</l><l n="366">ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,</l><l n="367">τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·</l><l n="368">καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,</l></q></div></div></body></text></TEI>