εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο· κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ, ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται. ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο, Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων, ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον· πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν· ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω; ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,