εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο· κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ, ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,