<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="301">τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·</l><l n="302">εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·</l><l n="303">αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.</l></q><l n="304"><milestone ed="P" unit="para"/>ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν</l><l n="305">ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·</l><l n="306">Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας</l><l n="307">ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·</l><l n="308">Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,</l><l n="309">ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην</l><l n="310">βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον</l><l n="311">εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.</l><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="313">λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·</l><l n="314">οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,</l><l n="315">ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας</l></div></div></body></text></TEI>