<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="286">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="287">ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,</l><l n="288">πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,</l><l n="289">πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·</l><l n="290">εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες</l><l n="291">τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;</l></q><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·</l><q><l n="293">ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην</l><l n="294">εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·</l><l n="295">ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε</l><l n="296">σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.</l><l n="297">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="298">χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης</l><l n="299">οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·</l><l n="300">τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ</l><l n="301">τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·</l><l n="302">εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·</l><l n="303">αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.</l></q><l n="304"><milestone ed="P" unit="para"/>ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν</l></div></div></body></text></TEI>