<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="277">μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ</l><l n="278">ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς</l><l n="279">σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.</l><l n="280">εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,</l><l n="281">ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.</l><l n="282">Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε</l><l n="283">λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν</l><l n="284">ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.</l></q><milestone ed="p" n="285" unit="card"/><l n="285"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="286">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="287">ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,</l><l n="288">πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,</l><l n="289">πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·</l><l n="290">εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες</l><l n="291">τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;</l></q><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·</l><q><l n="293">ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην</l><l n="294">εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·</l><l n="295">ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε</l><l n="296">σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.</l><l n="297">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="298">χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης</l><l n="299">οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·</l><l n="300">τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ</l><l n="301">τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·</l><l n="302">εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·</l><l n="303">αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.</l></q><l n="304"><milestone ed="P" unit="para"/>ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν</l><l n="305">ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·</l><l n="306">Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας</l><l n="307">ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·</l><l n="308">Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,</l><l n="309">ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην</l><l n="310">βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον</l><l n="311">εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.</l><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="313">λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·</l><l n="314">οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,</l><l n="315">ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας</l><l n="316">ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·</l><l n="317">κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.</l><l n="318"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων</l><l n="319">λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,</l><l n="320">ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,</l><l n="321">τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·</l><q><l n="322">ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·</l></q></div></div></body></text></TEI>