<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="256">ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ</l><l n="257">εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,</l><l n="258">οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.</l><l n="259">ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·</l><l n="260">ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν</l><l n="261">ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.</l><l n="262">οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,</l><l n="263">οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν</l><l n="264">Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον</l><l n="265">Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·</l><l n="266">κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·</l><l n="267">κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο</l><l n="268">φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.</l><l n="269">καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν</l><l n="270">τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·</l></q></div></div></body></text></TEI>