οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·