<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="223"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν</l><l n="224">Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·</l><q><l n="225">οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,</l><l n="226">οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι</l><l n="227">οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν</l><l n="228">τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.</l><l n="229">ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="230">δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·</l><l n="231">δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·</l><l n="232">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.</l><l n="233">ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="234">ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους</l><l n="235">φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,</l><l n="236">οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε</l><l n="237">φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν</l><l n="238">ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας</l><l n="239">πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·</l><l n="240">ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν</l><l n="241">σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ</l><l n="242">χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="243">θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις</l><l n="244">χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.</l></q><milestone ed="p" n="245" unit="card"/><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="246">χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·</l><l n="247">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ</l><l n="248">ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,</l><l n="249">τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·</l><l n="250">τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων</l><l n="251">ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο</l><l n="252">ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·</l><l n="253">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·</l><l n="255">ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="256">ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ</l><l n="257">εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,</l><l n="258">οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.</l><l n="259">ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·</l><l n="260">ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν</l><l n="261">ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.</l><l n="262">οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,</l><l n="263">οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν</l><l n="264">Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον</l><l n="265">Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·</l><l n="266">κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·</l><l n="267">κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο</l><l n="268">φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.</l><l n="269">καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν</l><l n="270">τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·</l><l n="271">καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις</l><l n="272">τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·</l><l n="273">καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·</l><l n="274">ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·</l><l n="275">μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,</l><l n="276">ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·</l><l n="277">μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ</l><l n="278">ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς</l><l n="279">σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.</l><l n="280">εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,</l><l n="281">ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.</l><l n="282">Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε</l><l n="283">λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν</l><l n="284">ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.</l></q><milestone ed="p" n="285" unit="card"/><l n="285"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="286">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="287">ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,</l><l n="288">πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,</l><l n="289">πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·</l><l n="290">εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες</l><l n="291">τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;</l></q><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·</l><q><l n="293">ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην</l><l n="294">εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·</l><l n="295">ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε</l><l n="296">σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.</l><l n="297">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="298">χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης</l><l n="299">οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·</l><l n="300">τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ</l><l n="301">τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·</l><l n="302">εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·</l><l n="303">αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.</l></q><l n="304"><milestone ed="P" unit="para"/>ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν</l><l n="305">ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·</l><l n="306">Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας</l><l n="307">ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·</l><l n="308">Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,</l><l n="309">ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην</l><l n="310">βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον</l></div></div></body></text></TEI>