<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="208">οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="209">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="210">ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·</l><l n="211">ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·</l><l n="212">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="213">καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα</l><l n="214">ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.</l></q><l n="215"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="216">χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι</l></q></div></div></body></text></TEI>