<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="205">ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.</l></q><milestone ed="p" n="206" unit="card"/><l n="206"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="207">ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,</l><l n="208">οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="209">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="210">ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·</l><l n="211">ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·</l><l n="212">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="213">καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα</l><l n="214">ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.</l></q><l n="215"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="216">χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι</l><l n="217">καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·</l><l n="218">ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.</l></q><l n="219"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,</l><l n="220">ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε</l><l n="221">μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει</l><l n="222">δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.</l><l n="223"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν</l><l n="224">Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·</l><q><l n="225">οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,</l><l n="226">οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι</l><l n="227">οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν</l><l n="228">τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.</l><l n="229">ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="230">δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·</l><l n="231">δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·</l><l n="232">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.</l><l n="233">ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="234">ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους</l><l n="235">φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,</l><l n="236">οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε</l><l n="237">φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν</l><l n="238">ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας</l><l n="239">πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·</l><l n="240">ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν</l><l n="241">σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ</l><l n="242">χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="243">θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις</l><l n="244">χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.</l></q><milestone ed="p" n="245" unit="card"/><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="246">χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·</l><l n="247">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ</l><l n="248">ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,</l><l n="249">τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·</l><l n="250">τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων</l><l n="251">ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο</l><l n="252">ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·</l><l n="253">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·</l><l n="255">ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες</l></q></div></div></body></text></TEI>