θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι