<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="196">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="197">στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα</l><l n="198">οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·</l><l n="199">θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω</l><l n="200">Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·</l><l n="201">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="202">τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;</l><l n="203">ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;</l><l n="204">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·</l><l n="205">ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.</l></q><milestone ed="p" n="206" unit="card"/><l n="206"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="207">ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,</l><l n="208">οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="209">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="210">ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·</l></q></div></div></body></text></TEI>