τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη